Add parallel Print Page Options

τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· [a]Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· [b]Ἔγειρε καὶ ἆρον [c]τὸν κράβαττόν σου καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου [d]ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— λέγει τῷ παραλυτικῷ· 11 Σοὶ λέγω, [e]ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 Ἀφίενταί WH Treg NIV ] Ἀφέωνταί RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 Ἔγειρε NIV ] Ἐγείρου WH Treg; Ἔγειραι RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 τὸν κράβαττόν σου WH Treg NIV ] σου τὸν κράββατον RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:10 ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας Treg ] ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς WH NIV; ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:11 ἔγειρε WH Treg NIV ] ἔγειραι καὶ RP